1910, Serov Valentin, Odysseus and Nausicaa
… είσοδος στην πόλη των Φαιάκων
Ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.
ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανε,
στῆσεν ἄρ’ ἐν προθύροισι· κασίγνητοι δέ μιν ἀμφὶς
ἵσταντ’ ἀθανάτοισ’ ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνης
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
αὐτὴ δ’ ἐς θάλαμον ἑὸν ἤϊε· δαῖε δέ οἱ πῦρ
γρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι,
Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι 10
Φαιήκεσσιν ἄνασσε, θεοῦ δ’ ὣς δῆμος ἄκουεν·
ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
καὶ τότ’ Ὀδυσσεὺς ὦρτο πόλινδ’ ἴμεν· ἀμφὶ δ’ Ἀθήνη
πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ’ Ὀδυσῆϊ,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
κερτομέοι τ’ ἐπέεσσι καὶ ἐξερέοιθ’ ὅτις εἴη.
ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
ἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις Ἀθήνη
παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ. 20
στῆ δὲ πρόσθ’ αὐτοῦ· ὁ δ’ ἀνείρετο δῖος Ὀδυσσεύς·
“ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
Ἀλκινόου, ὃς τοῖσδε μετ’ ἀνθρώποισιν ἀνάσσει;
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ’ ἱκάνω
τηλόθεν ἐξ ἀπίης γαίης· τῶ οὔ τινα οἶδα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται.”
·
τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη
“τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω, 30
μηδέ τιν’ ἀνθρώπων προτιόσσεο μηδ’ ἐρέεινε.
οὐ γὰρ ξείνους οἵ γε μάλ’ ἀνθρώπους ἀνέχονται
οὐδ’ ἀγαπαζόμενοι φιλέουσ’, ὅς κ’ ἄλλοθεν ἔλθῃ.
νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
λαῖτμα μέγ’ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων·
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.”
ὣς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.
τὸν δ’ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη 40
εἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ’ ἐνὶ θυμῷ.
θαύμαζεν δ’ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,
αὐτῶν θ’ ἡρώων ἀγορὰς καὶ τείχεα μακρά,
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
ἀλλ’ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ’ ἵκοντο,
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
“οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
πεφραδέμεν. δήεις δὲ διοτρεφέας βασιλῆας
δαίτην δαινυμένους· σὺ δ’ ἔσω κίε μηδέ τι θυμῷ 50
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Ἀρήτη δ’ ὄνομ’ ἐστὶν ἐπώνυμον,
η Οδύσσειας
Η υποδοχή
Οι διαχειριστές του katohika.gr διατηρούν το δικαίωμα τροποποίησης ή διαγραφής σχολίων που περιέχουν υβριστικούς – προσβλητικούς χαρακτηρισμούς. Απαγορεύεται η δημοσίευση συκοφαντικών ή υβριστικών σχολίων.Σε περίπτωση εντοπισμού τέτοιων μηνυμάτων θα ακολουθεί διαγραφή
Φιλε μου ο σημερινός εχθρός σου είναι η παραπληροφόρηση των μεγάλων καναλιών. Αν είδες κάτι που σε άγγιξε , κάτι που το θεωρείς σωστό, ΜΟΙΡΆΣΟΥ ΤΟ ΤΩΡΑ με ανθρώπους που πιστεύεις οτι θα το αξιολογήσουν και θα επωφεληθούν απο αυτό! Μην μένεις απαθής. Πρώτα θα νικήσουμε την ύπνωση και μετά ΟΛΟΙ ΜΑΖΙ τα υπόλοιπα.
Επιλεξτε να γινετε οι πρωτοι που θα εχετε προσβαση στην Πληροφορια του Stranger Voice