Διαφημίσεις

Ὁ ἅγιος Συμεών ὁ Νέος Θεολόγος ὁμιλεῖ γιά θέωση καί ὄχι γιά μιά ἠθική.

Τό βίωμα δέν εἶναι ἠθική. Τό βίωμα τῆς θεολογίας εἶναι ἡ νοερά προσευχή καί ἡ θέωση, ὄχι ἡ ἠθική,κατά την ερμηνεία των Λόγων του Αγίου Συμεών κατά τον   Μακαριστο Πατήρ Ιωάννη Ρωμανίδη .

Η Ευχαριστία δεν έχει απλά ιστορικό υπόβαθρο ενός γεγονότος που διαδραματίστηκε μόνο μία φορά κάποτε,αλλά συνεχής δυναμική μέσα στους αιώνες.Μία βαθιά οντολογική και σωτηριολογική υπόσταση καθώς ο Χριστός δια του μυστηρίου «πάντοτε ἐπὶ ἀξίους καταβαίνων καὶ νῦν καθ’ ὥραν παραγινόμενος» για τον Αγιο Συμεών.

Η Ευχαριστία ως γεγονός θυσίας και ζωοποίησης καθιστά το θάνατο αδύναμο να εξουσιάσει τις ψυχές αυτών που μετέχουν σε Αυτήν. Έξω λοιπόν από την Ευχαριστία δεν υπάρχει Σωτηρία ούτε θέωση ούτε ανάσταση ούτε αληθινή ζωή αφού η ευχαριστιακή εμπειρία από μόνη της αποτελεί εμπειρία ζωής αιωνίου.

Όποιος την γεύεται συνειδητά με την χάρη του Αγίου Πνεύματος, καταδικάζει δια αυτής τον πνευματικό θάνατο της κολάσεως και εξυμνεί την αιωνιότητα του παραδείσου.
. Ο Άγιος Συμεών έχοντας την εμπειρία των δωρεών του Αγίου Πνεύματος έγραψε την Ευχή για το Αγιο Πνεύμα.

Ἐλθέ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή,
ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός,
ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον,
ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς,
ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία,
ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις,
ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν
καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι!
Ἐλθέ ὁ ἀόρατος καί ἀναφής πάντῃ ἀψηλάφητος,
ἐλθέ ὁ ἀεί μένων ἀμετακίνητος
καί καθ᾿ ὥραν ὅλος μετακινούμενος
καί ἐρχόμενος πρός ἡμᾶς τούς ἐν τῷ ᾅδη κειμένους,
ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν,
ἐλθέ τό περιπόθητον ὄνομα καί θρυλούμενον,
λαληθῆναι δέ παρ᾿ ἡμῶν, ὅπερ εἷς,
ἤ γνωσθῆναι, ὁποῖος ἤ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον.
Ἐλθέ ἡ αἰώνιος χαρά, ἐλθέ τό στέφος τό ἀμαράντινον,
ἐλθέ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καί βασιλέως ἡμῶν,
ἐλθέ ἡ ζώνη ἡ κρυσταλλοειδής καί διάλιθος,
ἐλθέ τό ὑπόδημα τό ἀπρόσιτον,
ἐλθέ ἡ βασίλειος ἁλουργίς καί αὐτοκρατορική ὄντως δεξιά!

Ελθέ, ὅν ἐπόθησε καί ποθεῖ ἡ ταλαίπωρός μου ψυχή,
ἐλθέ ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς!
Ἐλθέ ὁ χωρίσας ἐκ πάντων
καί ποιήσας με μόνον ἐπί τῆς γῆς,
ἐλθέ ὁ γενόμενος πόθος αὐτός ἐν ἐμοί
καί ποθεῖν σε ποιήσας με, τόν ἀπρόσιτον παντελῶς!
Ἐλθέ ἡ πνοή μου καί ἡ ζωή,
ἐλθέ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς,
ἐλθέ ἡ χαρά καί ἡ δόξα καί ἡ διηνεκής μου τρυφή!

Εὐχαριστῶ σοι, ὅτι ἕν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ˙
ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ὁ ἐπί πάντων Θεός,
καί αὐτός μοι τά πάντα ἐν πᾶσι γεγένησαι,
τροφή ἀνεκλάλητος καί εἰς ἅπαν ἀδάπανος,
ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι
καί ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου,
ἔνδυμα ἀπαστράπτον καί καταφλέγον τούς δαίμονας,
κάθαρσις διά ἀφθάρτων καί ἁγίων δακρύων ἐκπλύνουσά με,
ὧν ἡ σή παρουσία, πρός οὕς παραγίνῃ, χαρίζεται.
Εὐχαριστῶ σοι, τό φῶς ἀνέσπερόν μοι γεγένησαι καί ἥλιος ἄδυτος,
ποῦ κρυβῆναι μή ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τά σύμπαντα.
Οὐδέποτε γάρ ἀπεκρύβης ἀπό τινος,

ἀλλ᾿ ἡμεῖς ἀεί κρυπτόμεθα ἀπό σοῦ,
λθεῖν πρός σέ μή βουλόμενοι.
Ποῦ γάρ καί κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως;
Ἤ διά τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά,
μήτε τινά αὐτῶν ἐντρεπόμενος;

Νῦν οῦν ἐνσκήνωσον, Δέσποτα,
ἐν ἐμοί καί κατοίκησον καί μεῖνον ἀδιαστάτως,
ἀχωρίστως μέχρι τέλους
ἐν ἐμοί τῷ δούλῳ σου, ἀγαθέ,
ἵνα κἀγώ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καί μετά τήν ἔξοδον
ἐν σοί, ἀγαθέ, καί συμβασιλεύσω σοι, τῷ ἐπί πάντων Θεῷ!

Μεῖνον, Δέσποτα, καί μή ἐάσῃς με μόνον,
ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου,
οἱ ζητοῦντες ἀεί τοῦ καταπιεῖν τήν ψυχήν μου
καί εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς
καί μή ἰσχύσωσι κατ᾿ ἐμοῦ,
βλέποντές σε, τόν ἰσχυρότερον πάντων,
ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς.

Ναί, Δέσποτα,
ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον
καί ἀγνοοῦντός μου αὐτός ἐξελέξω με
καί ἀπό τοῦ κόσμου ἐχώρισας
καί πρό προσώπου τῆς δόξης σου ἔστησας,
οὕτω καί νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεί
καί ἀμετακίνητον ἐν τῇ ἐμοί οἰκήσει σου διαφύλαξον,
ἵνα μή βλέπων σε διηνεκῶς ὁ νεκρός ἐγώ ζῶ,
καί ἔχων σε ὁ πένης ἀεί πλουτῶ,
καί βασιλέων πάντων ἔσομαι πλουσιώτερος,
καί ἐσθίων καί πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος
ἐν ἀνεκλαλήτοις ὦ καί ἔσομαι ἐντρυφῶν ἀγαθοῖς,
ὅτι σύ ὑπάρχεις πᾶν ἀγαθόν καί πᾶσα δόξα καί πᾶσα τρυφή
καί σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζωοποιῷ Τριάδι,
τῇ ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι σεβομένῃ τε καί γνωριζομένῃ
καί προσκυνουμένῃ καί λατρευομένῃ ὑπό πάντων
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν.

 



Μην αφησετε την Πληροφορια να σας ξεπερασει

Επιλεξτε να γινετε οι πρωτοι που θα εχετε προσβαση στην Πληροφορια του Stranger Voice

  • 1 Month Subscription
    3 Month Subscription
    6 Month Subscription
    Year Subscription
Μια σκέψη στο “Η ευχαριστιακή εμπειρία του ζώντος Χριστού διά του Αγίου Πνεύματος αποτελεί εμπειρία ζωής αιωνίου”

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

elGreek